Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.60 Joseph. AJ 5.64 (English) >>Joseph. AJ 5.69

5.62

Κατεστραμμένων δʼ οὕτως τῶν περὶ τοὺς βασιλέας, οἳ τοὺς Γεβεωνίτας πολεμήσοντες ἐστράτευσαν, ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινὴν Ἰησοῦς καὶ πολὺν τῶν ἐν αὐτῇ φόνον ἐργασάμενος καὶ λείαν λαβὼν παρῆν εἰς τὸ ἐν Γαλγάλοις στρατόπεδον. 5.63τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δʼ ἐστὶ καὶ τοῦτο τὸ χωρίον. 5.64τοῦ δὲ στρατοῦ παντὸς ὁπλιτῶν μὲν ἦσαν μυριάδες τριάκοντα μύριοι δʼ ἱππεῖς καὶ ἅρματα δισμύρια. καταπλήττει δὲ τὸ πλῆθος τῶν πολεμίων αὐτόν τε Ἰησοῦν καὶ τοὺς Ἰσραηλίτας καὶ πρὸς τὴν ἐλπίδα τοῦ κρείττονος εὐλαβεστέρως εἶχον διʼ ὑπερβολὴν τοῦ δέους. 5.65τοῦ θεοῦ δʼ ἐξονειδίσαντος αὐτοῖς τὸν φόβον καὶ τί πλέον τῆς παρʼ αὐτοῦ βοηθείας ποθοῦσιν, ὑποσχομένου τε νικήσειν τοὺς ἐχθροὺς καὶ κελεύσαντος τούς τε ἵππους ἀχρήστους ποιῆσαι καὶ τὰ ἅρματα πυρῶσαι, θαρσαλέος πρὸς τὰς ὑποσχέσεις τοῦ θεοῦ γενόμενος ἐξώρμησεν ἐπὶ τοὺς πολεμίους, 5.66καὶ διὰ πέμπτης ἡμέρας ἐπʼ αὐτοὺς ἐλθὼν συνάπτει καὶ καρτερὰ μάχη γίνεται καὶ φόνος κρείττων πίστεως παρὰ τοῖς ἀκροωμένοις. διώκων δʼ ἐπὶ πλεῖστον ἐξῆλθε καὶ πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διέφθειρε,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.60 Joseph. AJ 5.64 (English) >>Joseph. AJ 5.69

Powered by PhiloLogic